Σάββατο, 30 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ 

Ἀόρατοι ἐνέργειαι τοῦ Μυστηρίου τοῦ Εὐχελαίου (συνέχεια) 

2. Πολλῷ συχνότερον, ἐπικινδύνως ἀσθενῶν, λαμβάνει τοὐλάχιστον, πρόσκαιρον ἀνακούφισιν ἀπὸ τῆς ἀσθενείας, ἢ ἐπίρρωσιν καὶ διέγερσιν, ἵνα ὑπομένῃ αὐτήν. Τοῦτό δέ ἐστι ἐπίσης ὁ σκοπὸς τοῦ Μυστηρίου τοῦ Εὐχελαίου, διότι τὸ ἐγείρειν, σημαίνει, οὐ μόνον ἀνιστᾶναι καὶ ἀναζωγρεῖν, ἀλλ' ἔτι καὶ ἀναθαρρύνειν, ἀναζωπυρεῖν καὶ ρωννῦναι. 
Ἐντεῦθεν, πᾶς τις ἀσθενὴς προσερχόμενος τῷ Μυστηρίῳ τοῦ Εὐχελαίου, ὀφείλει παραδίδοσθαι ὁλοσχερῶς τῇ βουλῇ τοῦ Κυρίου τοῦ εἰδότως ἀπείρως κρεῖτον ἡμῶν, τίνι ὠφελιμότερον καταπέμψοι τὴν τῶν ἀσθενειῶν ἴασιν καὶ παρατεῖναι τὴν ζωήν, καὶ τίνι εὔκαιρον καταπαῦσαι αὐτήν. 
3. Ἡ ἴασις τῶν ψυχικῶν ἀσθενειῶν. 
Εἰπὼν ὁ Ἅγιος Ἰάκωβος τὰ περὶ τῆς πρώτης καὶ ἀμέσου ἐνεργείας τοῦ Εὐχελαίου ἐπὶ τοῦ ἀσθενοῦς, ἤτοι τῆς ἰάσεως τῶν σωματικῶν αὐτοῦ ἀσθενειῶν, ἐπιπροστίθησι, "κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ" (Ἰακ. ε΄ 15). Προϋποτίθησι προδήλως ὁ Ἀπόστολος ὄτι ὁ ἀσθενὴς πρὸ τοῦ Εὐχελαίου, ἐχρήσατο ἤδη ἑτέρῳ καθαρτικῷ κατὰ τῶν ἁμαρτιῶν, μέσῳ, ἤτοι, τοῦ Μυστηρίου τῆς Μετανοίας. Ἄλλως, οὐκ ἠδύνατο ὁ Ἀπόστολος, παραστῆσαι τὸν νοσοῦντα, ἀναμάρτητον. "Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν" (Α΄ Ἰωάν. α΄ 8). 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου