Τρίτη, 26 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ 

Περὶ τῆς ἐκ Θεοῦ συστάσεως τοῦ Μυστηρίου 
τοῦ Εὐχελαίου. (συνέχεια) 

Ἐντέλλεται δέ τὴν χρῆσιν αὐτοῦ ἐπὶ τῶν ἀσθενειῶν, ὡς ἰατήριον μέσον, καθ' ὅτι ἐδίδασκον μόνον ἐκεῖνο ὅπερ ἐνετείλατο αὐτοῖς ὁ Κύριος Ἰησοῦς (Ματθ. κη΄ 20). Καὶ ὅπερ ἐνέπνεεν αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον (Ἰωάν. ιστ΄ 1, 33)
Γνωστὸν δέ καὶ τοῦτο, ὅτι ἐκάλουν ἑαυτούς, ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων, οὐχὶ δὲ καὶ ἱδρυτὰς τῶν τοῦ Θεοῦ Μυστηρίων (Α΄ Κορ. δ΄ 1)
Καὶ τὸ Εὐχέλαιον, ἄρα, τὸ προτεινόμενον ἐνταῦθα ὑπὸ τοῦ Ἀποστόλου Ἰακώβου τοῖς χριστιανοῖς ὡς μυστηριῶδες, κατὰ τῶν σωματικῶν καὶ πνευματικῶν ἀσθενειῶν, φάρμακον, ἐστὶ προβεβλημένον ὑπ' Αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος τοῦ Θεοῦ (Ματθ. κη΄ 21, Ἰωάν. κα΄ 25). Ὅτε δε δι' ἡμερῶν τεσσαράκοντα ὁπτάνετο τοῖς Ἀποστόλοις καὶ ἔλεγεν αὐτοῖς τὰ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ (Πράξ. α΄ 3), τοὐτέστι τὰ περὶ συστάσεως τῆς Ἁγίας Αὐτοῦ Ἐκκλησίας, ἤδη συνίστησι μέρος οὐσιωδέστατον, τὰ μυστήρια.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου