Δευτέρα, 25 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ 

Περὶ τῆς, ἐκ Θεοῦ, συστάσεως τοῦ 
Μυστηρίου τοῦ Εὐχελαίου. 

Περὶ τοῦ Μυστηρίου τοῦ Εὐχελαίου, ποιεῖται σαφέστατα λόγον ἐν τῇ ἐπιστολῇ αὐτοῦ, ὁ Ἅγιος Ἀπόστολος Ἰάκωβος. Ἐν αὐτῇ νουθετεῖ τοὺς χριστιανοὺς ὡς ἑξῆς: "Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω· εὐθυμεῖ τις; Ψαλλέτω", ἀμέσως ἐπιπροστίθησι, "Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ" (Ἰακ. ε΄ 13-15). 
Ἐκ τῶν λόγων τούτων δηλοῦται ἐπίσης, ἥ τε Θεία σύστασις καὶ ἡ δύναμις τοῦ Εὐχελαίου ὡς Μυστήριον, πρόδηλον, ἐκ τῆς πρὸς τὰ προηγούμενα συναφείας τοῦ λόγου. Ὁ Ἀπόστολος, ποιεῖται γὰρ λόγον περὶ τοῦ Εὐχελαίου. ὡς περὶ καλοῦ τινος καὶ οὐχ ὡς περί τινος ἀγνώστου πρότερον τοῖς χριστιανοῖς, ἀλλ' ὡς περὶ ὑπάρχοντος καὶ πασιγνώστου παρ' αὐτοῖς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου