Παρασκευή 8 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


Θεία, περὶ τοῦ Μυστηρίου τῆς Εὐχαριστίας, ἐπαγγελία 
καὶ διάταξις αὐτοῦ. (συνέχεια) 

Καὶ τότε οἱ Ἰουδαῖοι, ἤρξαντο ἐρίζειν πρὸς ἀλλήλους καὶ λέγειν: "πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;" Ὁ Ίησοῦς ἐπανέλαβεν αὐτοῖς αὖθις μετὰ τελείας σαφηνείας: "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ" (Ἰωάν. στ΄ 53-56)
Τὸ Μυστήριον τῆς Εὐχαριστίας, εὐδόκησεν ὁ Κύριος διατάξαι, ἐν περιστάσεσι χαλεπωτάταις. Ἤγγιζε τὸ Ἰουδαϊκὸν πάσχα, ἡ μεγίστη, τῆς Παλαιᾶς Διαθήκης, ἑορτή, ἡ, τὸν ἐξιλαστήριον ἀμνὸν ἐσφαγμένον κατὰ τὴν Θείαν βουλὴν ἀπὸ καταβολῆς κόσμου, προεικονίζουσα. (Ἀποκάλ. ε΄ 6). Ἐν αὐτῷ ἤγγιζε, τέλος, ἡ ὥρα καθ' ἣν ἀπόκειτο Αὐτῷ τῷ Ἀμνῷ τοῦ Θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου (Ἰωάν. α΄ 29), θυσιασθῆναι ἐπὶ τοῦ Σταυροῦ. Κατὰ τὸ χρόνον τοῦτον μίαν ἡμέραν, πρὶν ὴ συνέλθωσιν οἱ Ἰουδαῖοι ἑορτᾶσαι τὸ πάσχα, πέμπει ὁ Κύριος δύο τῶν μαθητῶν Αὐτοῦ εἰς Ἱεροσόλυμα, ἵνα ἑτοιμάσωσι κατάλυμα καὶ πᾶν τὸ χρειῶδες πρὸς τήν, τοῦ Πάσχα, ἑορτήν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου