Δευτέρα 27 Μαΐου 2019

«Ο ΚΟΣΜΟΣ ΕΙΝΑΙ ΠΟΡΝΗ»

Ἀββᾶ Ἰσαὰκ τοῦ Σύρου,
Λόγος ΠΕ´ Περὶ διαφόρων ὑποθέσεων.

Ἐρώτησις:

Τί ἐστιν ὁ κόσμος, καὶ πῶς γινώσκομεν αὐτὸν καὶ τί βλάπτει τοὺς ἀγαπῶντας αὐτόν;

Ἀπόκρισις:

Ὁ κόσμος πόρνη ἐστίν, ἥτις τῇ ἐπιθυμίᾳ τοῦ κάλλους αὐτῆς ἕλκει τοὺς ὁρῶντας εἰς τὸν πόθον αὐτῆς, καὶ ὁ κρατηθεὶς μερικῶς τῷ πόθῳ αὐτοῦ καὶ περιπλακεὶς αὐτῷ, οὐ δύναται ἐξειληθῆναι ἐκ τῶν χειρῶν αὐτοῦ, ἕως ἂν ἀποδύσῃ αὐτὸν τὴν ζωὴν αὐτοῦ. Καὶ ὅταν γυμνώσῃ αὐτὸν ἐκ πάντων καὶ ἐκφέρῃ αὐτὸν ἐκ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ, τότε γνωρίζει αὐτὸν ὁ ἄνθρωπος πλάνον ὄντως καὶ ἀπατεῶνα. Ὅταν δέ τις ἀγωνίσηται ἐξελθεῖν ἐκ τοῦ σκότους τοῦ κόσμου τούτου, ἕως ἂν ᾖ κεκρυμμένος ἐν αὐτῷ, οὐ δύναται ἰδεῖν τὰς περιπλοκὰς αὐτοῦ. Καὶ οὕτως ὁ κόσμος οὐ μόνον τοὺς μαθητὰς αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ τοὺς δεδεμένους ἔνδον αὐτοῦ κρατεῖ, ἀλλὰ καὶ τοὺς ἀκτήμονας καὶ ἀσκητὰς καὶ τοὺς κλάσαντας τὰ δεσμὰ αὐτοῦ καὶ προσάπαξ γενομένους ἐπάνωθεν αὐτοῦ. Ἰδοὺ ἤρξατο θηρεύειν αὐτοὺς εἰς τὰ ἔργα αὐτοῦ ἔν τισι τρόποις καὶ καταπατεῖ αὐτοὺς καὶ τίθησιν αὐτοὺς κάτωθεν τῶν ποδῶν αὐτοῦ 

ΠΗΓΗ:   ΚΛΙΚ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου