ΕΩΘΙΝΟΝ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΟΥ ΟΣΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος εἰς τοὺς μαθητάς του· «Ὅλα μοῦ παρεδόθησαν ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν γνωρίζει καλὰ
τὸν Υἱόν, παρὰ ὁ Πατέρας, οὔτε τὸν Πατέρα γνωρίζει καλὰ κανείς, παρὰ ὁ
Υἱὸς καὶ ἐκεῖνος εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψῃ. Ἐλᾶτε σ’ ἐμὲ ὅλοι σεῖς, ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι, καὶ ἐγὼ θὰ σᾶς δώσω ἀνάπαυσιν. Σηκῶστε ἐπάνω σας τὸν ζυγόν μου καὶ μάθετε ἀπὸ ἐμέ, ὅτι εἶμαι πρᾶος καὶ
ταπεινὸς στὴν καρδιά καὶ θὰ βρῆτε ἀνάπαυσιν στὶς ψυχές σας. Ὁ ζυγός μου
εἶναι ἁπαλὸς καὶ τὸ φορτίο μου ἐλαφρόν».
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΟΥ ΟΣΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ὁ Θεὸς ποὺ εἶπε νὰ λάμψῃ φῶς ἀπὸ τὸ σκοτάδι, αὐτὸς ἔλαμψε μέσα
μας, διὰ νὰ φέρῃ εἰς φῶς τὴν γνῶσιν τῆς δόξης τοῦ Θεοῦ ἐν τῷ προσώπῳ τοῦ
Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν αὐτὸν μέσα σὲ πήλινα σκεύη, διὰ νὰ φανῇ ὅτι
τέτοια ὑπερβολικὴ δύναμις εἶναι τοῦ Θεοῦ καὶ δὲν προέρχεται ἀπὸ μᾶς. Πιεζόμεθα μὲ κάθε τρόπον, ἀλλὰ δὲν φθάνομεν σὲ ἀδιέξοδον, εὑρισκόμεθα
σὲ ἀδυναμίαν ἀλλ’ ὄχι σὲ ἀπελπισίαν, διωκόμεθα ἀλλὰ δὲν ἐγκαταλειπόμεθα, καταβαλλόμεθα ἀλλὰ δὲν χανόμεθα. Πάντοτε φέρομεν εἰς τὸ σῶμά μας τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ σῶμά μας. Διότι ἐνῷ ζῶμεν παραδιδόμεθα πάντοτε εἰς θάνατον χάριν τοῦ Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ θνητόν μας σῶμα. Ὥστε ὁ μὲν θάνατος συντελεῖται σ’ ἐμᾶς, ἀλλ’ ἡ ζωὴ σ’ ἐσᾶς. Ἀλλ’ ἐπειδὴ ἔχομεν τὸ ἴδιο πνεῦμα τῆς πίστεως σύμφωνα πρὸς ὅ,τι εἶναι γραμμένον, Ἐπίστεψα καὶ διὰ τοῦτο ἐμίλησα, καὶ ἐμεῖς πιστεύομεν, διὰ τοῦτο καὶ μιλᾶμε, διότι γνωρίζομεν ὅτι ἐκεῖνος ποὺ ἀνέστησε τὸν Κύριον Ἰησοῦν θὰ ἀναστήσῃ
καὶ ἐμᾶς διὰ τοῦ Ἰησοῦ καὶ θὰ μᾶς στήσῃ μαζὶ μ’ ἐσᾶς ἐνώπιόν του. Ὅλα γίνονται πρὸς χάριν σας, ὥστε καθὼς ἡ χάρις ἐπεκτείνεται εἰς
περισσοτέρους, νὰ προκαλέσῃ πλουσίαν τὴν εὐχαριστίαν πρὸς δόξαν τοῦ
Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΟΥ ΟΣΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρόν, ἐστάθηκε ὁ Ἰησοῦς εἰς ἕνα τόπον πεδινὸν ὅπου ἦσαν
πολλοὶ μαθηταί του καὶ πολὺς κόσμος ἀπὸ ὅλην τὴν Ἰουδαίαν καὶ τὴν
Ἱερουσαλὴμ καὶ τὴν παραλίαν τῆς Τύρου καὶ Σιδῶνος, οἱ ὁποῖοι εἶχαν ἔλθει διὰ νὰ τὸν ἀκούσουν καὶ νὰ θεραπευθοῦν ἀπὸ τὶς
ἀρρώστειες τους καὶ ὅσοι ἐνωχλοῦντο ἀπὸ πνεύματα ἀκάθαρτα, ἐθεραπεύοντο. Καὶ ὅλος ὁ κόσμος ἐζητοῦσε νὰ τὸν ἀγγίξῃ, διότι ἔβγαινε ἀπὸ αὐτὸν δύναμις καὶ τοὺς ἐθεράπευε ὅλους. Τότε ἐσήκωσε τὰ μάτια του πρὸς τοὺς μαθητάς του καὶ ἔλεγε, «Μακάριοι
εἶσθε σεῖς οἱ πτωχοί, διότι δική σας εἶναι ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι εἶσθε σεῖς ποὺ τώρα πεινᾶτε, διότι θὰ χορτάσετε. Μακάριοι εἶσθε σεῖς ποὺ τώρα κλαῖτε, διότι θὰ γελάσετε. Μακάριοι εἶσθε, ὅταν σᾶς μισήσουν οἱ ἄνθρωποι καὶ ὅταν σᾶς ἀφορίσουν
καὶ σᾶς ὀνειδίσουν καὶ δυσφημήσουν τὸ ὄνομά σας ὡς πονηρὸν ἐξ αἰτίας τοῦ
Υἱοῦ τοῦ ἀνθρώπου. Χαρῆτε τὴν ἡμέραν ἐκείνην καὶ πηδῆστε ἀπὸ χαράν, διότι ἡ ἀνταμοιβή σας
θὰ εἶναι μεγάλη εἰς τὸν οὐρανόν· τὰ ἴδια ἔκαναν οἱ πατέρες των καὶ εἰς
τοὺς προφήτας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου