ΕΩΘΙΝΟΝ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Η΄ ΕΩΘΙΝΟΝ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ραββουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρόν, ἡ Μαρία στεκότανε κοντὰ στὸ μνῆμα ἔξω καὶ ἔκλαιε. Ἐνῷ δὲ ἔκλαιε, ἔσκυψε στὸ μνῆμα καὶ βλέπει δύο ἀγγέλους μὲ λευκὰ ἐνδύματα νὰ κάθωνται μέσα, ἕνας πρὸς
τὸ μέρος τῆς κεφαλῆς καὶ ἕνας πρὸς τὸ μέρος τῶν ποδιῶν, ὅπου εἶχε
τοποθετηθῆ τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ τῆς λέγουν ἐκεῖνοι, «Γυναῖκα, γιατὶ κλαῖς;». Αὐτὴ ἀπήντησε, «Διότι ἐπῆραν τὸν Κύριόν μου καὶ δὲν ξέρω ποῦ τὸν ἔβαλαν». Ὅταν εἶπε αὐτὰ, ἔστρεψε πρὸς τὰ πίσω καὶ εἶδε νὰ στέκεται ἐκεῖ ὁ Ἰησοῦς ἀλλὰ δὲν κατάλαβε ὅτι ἦτο αὐτός. Ὁ Ἰησοῦς τῆς λέγει, «Γυναῖκα, γιατὶ κλαῖς; Ποιόν ζητᾶς;». Έκείνη ἐπειδὴ
ἐνόμισε ὅτι εἶναι ὁ κηπουρός, τοῦ λέγει, «Κύριε, ἐὰν σὺ τὸν πῆρες, πές
μου ποῦ τὸν ἔβαλες καὶ ἐγὼ θὰ τὸν σηκώσω». Ὁ Ἰησοῦς τῆς λέγει, «Μαρία!». Ἐκείνη ἔστρεψε καὶ τοῦ λέγει, «Ραββουνί!» τὸ ὁποῖον σημαίνει: Διδάσκαλε. Λέγει εἰς αὐτήν ὁ Ἰησοῦς, «Μὴ μὲ ἐγγίζῃς, διότι δὲν ἀνέβηκα ἀκόμη εἰς
τὸν Πατέρα μου. Πήγαινε ὅμως εἰς τοὺς ἀδελφούς μου καὶ πές τους,
«Ἀνεβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα σας καὶ Θεόν μου καὶ Θεόν σας». Ἡ Μαρία ἡ Μαγδαληνὴ ἐπῆγε καὶ ἀνήγγειλε εἰς τοὺς μαθητὰς ὅτι εἶδε τὸν Κύριον καὶ τί τῆς εἶπε.
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΚΥΡΙΑΚΗΣ ΚΘ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ὅταν ὁ Χριστός, ποὺ εἶναι ἡ ζωή μας, φανερωθῇ, τότε καὶ σεῖς θὰ φανερωθῆτε μαζί του δοξασμένοι. Νεκρώσατε λοιπὸν ὅ,τι γήϊνον εἶναι μέσα σας, δηλαδὴ τὴν πορνείαν, τὴν
ἀκαθαρσίαν, τὸ πάθος, τὴν κακὴν ἐπιθυμίαν καὶ τὴν πλεονεξίαν, ἡ ὁποία
εἶναι εἰδωλολατρεία, ἕνεκα τῶν ὁποίων ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπάνω εἰς τοὺς ἀπειθεὶς ἀνθρώπους. Αὐτὰ ἀκολουθούσατε καὶ σεῖς κάποτε, ὅταν ἐζούσατε αὐτὴν τὴν ζωήν. Ἀλλὰ τώρα ἀποβάλατε καὶ σεῖς ὅλα αὐτά, τὴν ὀργήν, τὸν θυμόν, τὴν κακίαν, τὴν δυσφήμησιν, τὴν αἰσχρολογίαν τοῦ στόματος. Μὴν λέτε ψέμματα ὁ ἕνας εἰς τὸν ἄλλον, ἀφοῦ ἔχετε ἀποβάλει τὸν παλαιὸν ἄνθρωπον μὲ τὰς πράξεις του, καὶ ἔχετε ἐνδυθῆ τὸν νέον, ὁ ὁποῖος ἀνανεοῦται εἰς ἐπίγνωσιν κατὰ τὴν εἰκόνα τοῦ Δημιουργοῦ του. Τώρα δὲν ὑπάρχει πλέον Ἕλλην καὶ Ἰουδαῖος, περιτμημένος καὶ
ἀπερίτμητος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ὁ Χριστὸς εἶναι
τὰ πάντα καὶ εἰς πάντας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΚΥΡΙΑΚΗΣ ΙΒ΄ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρόν, καθὼς ἔμπαινε ὁ Ἰησοῦς σ’ ἕνα χωριό, τὸν συνήντησαν δέκα ἄνδρες λεπροί, οἱ ὁποῖοι ἐστάθηκαν λίγο μακρυά, καὶ τοῦ φώναξαν, «Ἰησοῦ Διδάσκαλε, ἐλέησέ μας». Ὅταν τοὺς εἶδε, τοὺς εἶπε, «Πηγαίνετε νὰ δείξετε τὸν ἑαυτόν σας εἰς τοὺς ἱερεῖς», καὶ ἐνῷ ἐπήγαιναν, ἐκαθαρίσθησαν. Ἕνας ἀπ’ αὐτούς,ὅταν εἶδε ὄτι ἐθεραπεύθηκε, ἐπέστρεψε δοξάζων τὸν Θεὸν μὲ δυνατὴν φωνὴν καὶ ἔπεσε μὲ τὸ πρόσωπον εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὸν εὐχαριστοῦσε· καὶ αὐτὸς ἦτο Σαμαρείτης. Τότε εἶπε ὁ Ἰησοῦς, «Δὲν ἐκαθαρίσθησαν καὶ οἱ δέκα; Οἱ ἄλλοι ἐννέα ποῦ εἶναι; Κανεὶς δὲν εὑρέθηκε νὰ ἐπιστρέψῃ διὰ νὰ δοξάσῃ τὸν Θεὸν παρὰ αὐτὸς ὁ ἀλλοεθνής;». Καὶ εἶπε εἰς αὐτόν, «Σήκω ἐπάνω καὶ πήγαινε· ἡ πίστις σου σὲ ἔσωσε».
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου