ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΕΤΑΡΤΗΣ ΛΓ΄ ΕΒΔΟΜΑΔΟΣ
ΤΕΤΑΡΤΗΣ ΛΓ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ἀφοῦ λοιπὸν ὁ Χριστὸς ἔπαθε σωματικῶς πρὸς χάριν μας, νὰ ὁπλισθῆτε καὶ
σεῖς μὲ τὸ ἴδιο φρόνημα (διότι ἐκεῖνος ποὺ ἔπαθε σωματικῶς ἔχει παύσει
νὰ ἁμαρτάνῃ), ὥστε τὸ ὑπόλοιπον χρόνον τῆς ζωῆς σας νὰ μὴ ζῆτε πλέον σύμφωνα μὲ ἀνθρώπινες ἐπιθυμίες ἀλλὰ σύμφωνα μὲ τὸ θέλημα τοῦ Θεοῦ. Ἀρκετὸς εἶναι ὁ περασμένος καιρὸς τοῦ βίου σας, κατὰ τὸν ὁποῖον ἐκάνατε
τὸ θέλημα τῶν ἐθνικῶν, ζῶντες σὲ ἀσέλγειες, ἐπιθυμίες, οἰνοποσίες,
μέθην, κραιπάλην καὶ ἀθέμιτες πράξεις εἰδωλολατρείας. Καὶ τώρα ποὺ δὲν τρέχετε μαζί τους εἰς τὸ ἴδιο ρεῦμα τῆς ἀσωτίας, παραξενεύονται καὶ σᾶς δυσφημοῦν· ἀλλὰ θὰ δώσουν λόγον εἰς ἐκεῖνον, ὁ ὁποῖος εἶναι ἔτοιμος νὰ κρίνῃ ζῶντας καὶ νεκρούς. Αὐτὸς εἶναι ὁ λόγος, διὰ τὸν ὁποῖον ἐκηρύχθηκε τὸ εὐαγγέλιον καὶ εἰς
τοὺς νεκρούς, ὥστε, ἐνῶ ἐκρίθησαν σὰν ἄνθρωποι ὡς πρὸς τὴν σάρκα, νὰ
ζοῦν κατὰ Θεὸν ὡς πρὸς τὸ πνεῦμα. Ὅλα πλησιάζουν πρὸς τὸ τέλος των. Νὰ εἶσθε λοιπὸν ἐγκρατεῖς καὶ νὰ ἀγρυπνῆτε εἰς προσευχάς· πρὸ πάντων νὰ ἀγαπᾶτε ὁ ἕνας τὸν ἄλλον μὲ ὅλην σας τὴν καρδιά, διότι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Νὰ εἶσθε φιλόξενοι μεταξύ σας χωρὶς γογγυσμούς· ὁ καθένας, ἀνάλογα πρὸς τὸ χάρισμα ποὺ ἔλαβε, ἂς τὸ χρησιμοποιῇ εἰς
ἀμοιβαίαν ἀγάπην σὰν καλοὶ διαχειρισταὶ τῆς ποικίλης χάριτος τοῦ Θεοῦ. Ὅποιος μιλεῖ, ἂς εἶναι ὅπως ἁρμόζει σὲ ὅποιον λέγει λόγια Θεοῦ· ἐὰν
προσφέρῃ κανεὶς ὑπηρεσίαν, ἂς εἶναι σὰν τὸν ὑπηρετοῦντα μὲ τὴν δύναμιν
ποὺ τοῦ παρέχει ὁ Θεός, διὰ νὰ δοξάζεται εἰς ὅλα ὁ Θεὸς διὰ τοῦ Ἰησοῦ
Χριστοῦ, εἰς τὸν ὁποῖον ἀνήκει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΕΤΑΡΤΗΣ ΙΣΤ΄ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, προσελθὼν εἷς τῶν γραμματέων τῷ Ἰησοῦ, ἀκούσας συζητούντων τῶν Σαδουκαίων μετ΄ αὐτοῦ, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή. Καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. Καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυὶδ ἐστι; Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
ΕΡΜΗΝΕΙΑ
Κατ΄ ἐκεῖνον τὸν καιρόν, ἐπλησίασε ἕνας άπὸ τοὺς γραμματεῖς τὸν Ἰησοῦν, ὁ ὁποῖος ἄκουσε τοὺς Σαδουκαίους νὰ
συζητοῦν μαζί του, καὶ ἐπειδὴ ἐκατάλαβε ὅτι καλὰ ἀπεκρίθη, τὸν ἐρώτησε, «Ποιὰ
εἶναι ἡ πρώτη ἀπὸ ὅλας τὰς ἐντολάς;. Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἡ πρώτη ἐντολὴ εἶναι, Ἄκουε, Ἰσραήλ, ὁ Κύριος ὁ Θεός μας εἶναι ἕνας Κύριος. Καὶ νὰ ἀγαπᾷς τὸν Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ
ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλην σου τὴν διάνοιαν καὶ μὲ ὅλην σου τὴν
δύναμιν. Αὐτὴ εἶναι ἡ πρώτη ἐντολή. Ἡ δεύτερη εἶναι αὐτή, Νὰ ἀγαπᾷς τὸν πλησίον
σου σὰν τὸν ἑαυτόν σου. Δὲν ὑπάρχει ἐντολὴ μεγαλύτερη ἀπὸ αὐτές». Καὶ εἶπε εἰς αὐτὸν ὁ γραμματεύς, «Καλά, Διδάκαλε. Ὀρθὰ εἶπες ὅτι ἕνας Θεὸς ὑπάρχει καὶ δὲν ὑπάρχει ἄλλος ἐκτὸς ἀπὸ αὐτόν, καὶ τὸ νὰ ἀγαπᾶμε αὐτὸν μὲ ὅλην τὴν καρδιὰ καὶ μὲ ὅλην τὴν διάνοιαν καὶ
μὲ ὅλην τὴν ψυχὴν καὶ τὸ νὰ ἀγαπᾶμε τὸν πλησίον ὅπως τὸν ἑαυτόν μας,
ἀξίζει περισσότερον ἀπὸ ὅλα τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας». Καὶ ὁ Ἰησοῦς, ἐπειδὴ εἶδε ὅτι συνετὰ ἀπεκρίθη, τοῦ εἶπε, «Δὲν εἶσαι
μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ κανεὶς πλέον δὲν ἐτολμοῦσε νὰ
τὸν ἐρωτήσῃ. Καὶ ἔλεγε ὁ Ἰησοῦς κατὰ τὴν διδασκαλίαν του εἰς τὸν ναόν, «Πῶς λέγουν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ; Διότι ὁ ἴδιος ὁ Δαυΐδ εἶπε, ἐμπνευσθεὶς ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον, «Εἶπε ὁ
Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου ἕως ὅτου κάνω τοὺς
ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου. Ὁ ἴδιος λοιπὸν ὁ Δαυΐδ τὸν λέγει Κύριον, πῶς λοιπὸν εἶναι υἱός του;». Πολὺς λαὸς τὸν ἄκουε εὐχάριστα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου