ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΛΕ΄ ΕΒΔΟΜΑΔΟΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΛΕ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ὁ πρεσβυτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.
ΕΡΜΗΝΕΙΑ
Ὁ πρεσβύτερος πρὸς τὴν κυρίαν,
τὴν ὁποίαν ὁ Θεὸς ἐξέλεξε, καὶ πρὸς τὰ παιδιά της, τοὺς ὁποίους ἐγὼ ἀγαπῶ ἀληθινὰ καὶ ὄχι
ἐγὼ μόνον, ἀλλὰ καὶ ὅλοι ὅσοι ἐγνώρισαν τὴν ἀλήθειαν, ἕνεκα τῆς ἀληθείας, ἡ ὁποία μένει
μέσα μας καὶ θὰ εἶναι μαζί μας αἰωνίως. Χάρις, ἔλεος καὶ εἰρήνη θὰ εἶναι
μαζί σας ἀπὸ τὸν Θεὸν Πατέρα καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Πατέρα, ἐν
ἀληθείᾳ καὶ ἀγάπῃ. Ἐχάρηκα πολὺ ποὺ εὑρῆκα ὅτι
μερικὰ ἀπὸ τὰ παιδιά σου ζοῦν ἀκολουθοῦντα τὴν ἀλήθειαν σύμφωνα μὲ τὴν ἐντολὴν ποὺ ἐλάβαμε
ἀπὸ τὸν Πατέρα. Καὶ τώρα σὲ παρακαλῶ, κυρία, ὄχι
σὰν νὰ σοῦ γράφω νέαν ἐντολὴν ἀλλὰ ἐκείνην ποὺ εἴχαμε ἀπὸ τὴν ἀρχήν, νὰ ἀγαπᾶμε ὁ ἕνας τὸν
ἄλλον. Καὶ ἀγάπη σημαίνει νὰ ζοῦμε
σύμφωνα μὲ τὰς ἐντολὰς τοῦ Θεοῦ. Αὐτὴ εἶναι ἡ ἐντολὴ ὥστε, ὅπως ἀκούσατε ἀπὸ τὴν ἀρχήν, νὰ
ἀκολουθῆτε αὐτήν. Πολλοὶ πλάνοι ἐβγῆκαν εἰς τὸν
κόσμον, οἱ ὁποῖοι δὲν ὁμολογοῦν ὅτι ὁ Ἰησοῦς Χριστὸς ἔρχεται ὡς ἄνθρωπος. Αὐτὸς εἶναι ὁ
πλάνος καὶ ὁ ἀντίχριστος. Προσέχετε τὸν ἑαυτόν σας, διὰ νὰ
μὴ χάσετε ἐκεῖνα διὰ τὰ ὁποῖα ἐργασθήκαμε, ἀλλὰ νὰ πάρετε τὴν ἀνταμοιβήν σας εἰς τὸ
ἀκέραιον. Ὅποιος παραβαίνει καὶ δὲν μένει
εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ, δὲν ἔχει Θεόν· ἐκεῖνος ποὺ μένει εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ,
αὐτὸς ἔχει καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν. Ἐὰν ἔρχεται κανεὶς σ' ἐσᾶς καὶ
δὲν φέρει τὴν διδαχὴν αὐτήν, νὰ μὴ τὸν δέχεσθε εἰς τὸ σπίτι σας καὶ νὰ μὴ τὸν
χαιρετᾶτε, διότι ἐκεῖνος ποὺ τὸν χαιρετᾶ
γίνεται συμμέτοχος εἰς τὰ ἔργα του τὰ πονηρά. Ἂν καὶ πολλὰ ἔχω νὰ σᾶς γράψω,
δὲν ἤθελα νὰ τὸ κάνω μὲ χαρτὶ καὶ μελάνι, ἀλλ' ἐλπίζω νὰ σᾶς ἐπισκεφθῶ καὶ νὰ σᾶς μιλήσω
στόμα πρὸς στόμα, διὰ νὰ εἶναι ἡ χαρά μας πλήρης.
Σὲ χαιρετοῦν τὰ
παιδιὰ τῆς ἀδελφῆς σου, τὴν ὁποίαν ὁ Θεὸς ἐξέλεξε. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΑΠΟΚΡΕΩ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται παραλαβόντες τὸν Ἰησοῦν, ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωὶ Ἐλωὶ, λιμᾶ σαβαχθανί; Ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ. Δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
ΕΡΜΗΝΕΙΑ
Κατ' ἐκεῖνον τὸν καιρόν, οἱ στρατιῶται, ἀφοῦ παρέλαβαν τὸν Ἰησοῦν, τὸν φέρνουν ἔξω διὰ νὰ τὸν σταυρώσουν. Καὶ τὸν φέρνουν εἰς τὸν τόπον Γολγοθᾶ, ποὺ μεταφραζόμενον σημαίνει τόπον Κρανίου, Ἦτο δὲ ἡ Τρίτη ὥρα ὅταν τὸν ἐσταύρωσαν. Καὶ ὅταν ἦλθε ἡ ἕκτη ὥρα ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν μέχρι τῆς ἐνάτης ὤρας. Καὶ κατὰ τὴν ἐνάτην ὥραν ἐφώναξε ὁ Ἰησοῦς μὲ δυνατὴν φωνήν, «Ἐλωΐ, ἐλωΐ, λαμὰ σαβαχθανί;», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες;». Καὶ μερικοὶ ἀπὸ τοὺς παρισταμένους, ὅταν ἄκουσαν, ἔλεγαν, «Κύτταξε φωνάζει τὸν Ἠλίαν». Ἕνας ἔτρεξε καὶ ἐγέμισε ἕνα σφουγγάρι μὲ ξύδι καὶ ἀφοῦ τὸ ἐτύλιξε σὲ
καλάμι ἐπότιζε τὸν Χριστὸν καὶ ἔλεγε, «Ἀφῆστε νὰ ἰδοῦμε, ἐὰν θὰ ἔλθῃ ὁ
Ἠλίας νὰ τὸν κατεβάσῃ». Ὁ Ἰησοῦς τότε ἐβόησε μὲ φωνὴν δυνατὴν καὶ ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθηκε εἰς δύο ἀπὸ πάνω ἕως κάτω. Ὅταν ὁ ἑκατόνταρχος, ὁ ὁποῖος ἦτο ἐκεῖ ἀπέναντί του, εἶδε ὅτι κατ’
αὐτὸν τὸν τρόπον ἐξέπνευσε, εἶπε, «Ἀλήθεια, αὐτὸς ὁ ἄνθρωπος ἦτο Υἱὸς
τοῦ Θεοῦ». Ἦσαν δὲ καὶ γυναῖκες, ποὺ παρατηροῦσαν ἀπὸ μακρυά, μεταξὺ τῶν ὁποίων
ἦτο καὶ ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου τοῦ
νεωτέρου καὶ τοῦ Ἰωσῆ καὶ ἡ Σαλώμη, αἱ ὁποῖαι, ὅταν ἦτο εἰς τὴν Γαλιλαῖαν, τὸν ἀκολουθοῦσαν καὶ τὸν
ὑπηρετοῦσαν. Ἦσαν καὶ ἄλλαι πολλαί, αἱ ὁποῖαι εἶχαν ἀνεβῆ μαζί του εἰς
τὰ Ἱεροσόλυμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου