ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΕΟΡΤΗΣ
ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΝΙΗΛ
ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΝΙΗΛ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγάρουν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ὅλοι οἱ ἅγιοι μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης,
ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα
λεόντων, ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι
δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις
τῶν ἐχθρῶν. Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν
καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μίαν ἄλλην
καλυτέραν ἀνάστασιν. Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν. Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας,
ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ
δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας, (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνὰ, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς. Ὅλοι αὐτοί, ἂν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστιν τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθεῖ ὁ Θεός, διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς. Ἑπομένως, ἀφοῦ ἔχομεν γύρω μας ἕνα τόσον μεγάλο σύννεφο ἀπὸ μάρτυρας,
ἂς ἀποτινάξωμεν κάθε βάρος καὶ τὴν ἁμαρτίαν, ἡ ὁποία εὔκολα μᾶς
ἐμπλέκει, καὶ ἂς τρέχωμεν μὲ ὑπομονὴν τὸ ἀγώνισμα τοῦ δρόμου ποὺ εἶναι
ἐμπρός μας, μὲ τοὺς ὀφθαλμούς μας προσηλωμένους πρὸς τὸν ἀρχηγὸν καὶ τελειωτὴν τῆς πίστεώς μας, τὸν Ἰησοῦν,
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΡΙΤΗΣ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΤΡΙΤΗΣ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες οἱ Φαρισαῖοι τῷ Ἰησοῦ, ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωυσῆς; Οἱ δὲ εἶπον· ἐπέτρεψε Μωυσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτὴν καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρόν, ἦλθαν οἱ Φαρισαῖοι πρὸς τὸν Ἰησοῦ καὶ τὸν ἐρωτοῦσαν, μὲ σκοπὸν νὰ τὸν πειράξουν, ἐὰν ἐπιτρέπεται εἰς τὸν ἄνδρα νὰ χωρίσῃ τὴν γυναῖκα του. Αὐτὸς δὲ τοὺς ἀπεκρίθη, «Τί σᾶς διέταξε ὁ Μωϋσῆς;». Ἐκεῖνοι εἶπαν, «Ὁ Μωϋσῆς ἐπέτρεψε νὰ γράψῃ ὁ ἄνδρας ἕνα ἔγγραφον διαζυγίου καὶ νὰ τὴν χωρίσῃ». Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἐξ αἰτίας τῆς σκληροκαρδίας σας ἔγραψε ὁ Μωϋσῆς
τὴν ἐντολὴν αὐτήν, ἀλλ’ ἀπὸ τὴν ἀρχὴν τῆς δημιουργίας ἄνδρες καὶ
γυναῖκες τοὺς ἐδημιούργησε ὁ Θεός. Γι’ αὐτὸ ὁ ἄνδρας θὰ ἐγκαταλείψῃ τὸν πατέρα του καὶ τὴν μητέρα του καὶ
θὰ προσκολληθῇ εἰς τὴν γυναῖκά του καὶ θὰ ἀποτελέσουν οἱ δύο μίαν σάρκα.Ὥστε δὲν εἶναι πλέον δύο ἀλλὰ μία σάρκα. Ἐκεῖνο λοιπὸν ποὺ ὁ Θεὸς ἕνωσε, ὁ ἄνθρωπος δὲν πρέπει νὰ τὸ χωρίζῃ». Καὶ εἰς τὸ σπίτι πάλιν τὸν ἐρώτησαν οἱ μαθηταί του διὰ τὸ ζήτημα αὐτό. Καὶ τοὺς λέγει, «Ἐκεῖνος ποὺ θὰ χωρίσῃ τὴν γυναῖκά του καὶ θὰ νυμφευθῇ ἄλλην, αὐτὸς διαπράττει μοιχείαν ἐναντίον της. Καὶ ἄν μία γυναῖκα χωρίσῃ τὸν ἄνδρα της καὶ πάρῃ ἄλλον, διαπράττει μοιχείαν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου